Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀγρευθεῖς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τὴ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι’ ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤστραψας ἐν ἄθλοις ἱεροίς, σὺν τὴ θεία σου συμβίω καὶ τοὶς υἱοίς, φαιδρύνων τοὺς βοώντας σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντι σὲ ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ πάθη Χριστοῦ, σαφῶς μιμησάμενος, καὶ τούτου πιών, πιστῶς τὸ ποτήριον, κοινωνὸς Εὐστάθιε, καὶ τῆς δόξης σύγκληρος γέγονας, παρ’ αὐτοῦ τοῦ πάντων Θεοῦ, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τὴν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ὕμνον μοι δώρησαι ὁ Θεός μου, ἀνυμνῆσαι καὶ λέγειν νυνὶ τοὺς ἀγῶνας τοῦ Ἀθλοφόρου σου Κύριε, ὅπως εὐρύθμως ἐγκωμιάσω τὸν γενναῖον ἐν τοῖς ἄθλοις Εὐστάθιον, τὸν νικητὴν ἐν πολέμοις ἐχθρῶν γεγονότα ἀεί, τὸν μέγαν ἐν εὐσεβείᾳ, καὶ χορῷ τῶν Μαρτύρων ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλει ἀπαύστως σοι, μετ’ Ἀγγέλων ὁ πάνσοφος, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.