Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καί σεμνότητος, τῆς Οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Θεοφάνη σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεῶ τῷ ἐν σώματι, ἐπιφανέντι ἠμίν, ὁσίως ἐλάτρευσας δι’ ἐνάρετου ζωῆς, Θεόφανες Ὅσιε, πᾶσαν γὰρ τὴν προσοῦσαν, ὕπαρξιν ἀπορρίψας, ἄθλους ὁμολογίας, τὴ ἀσκήσει συνάπτεις, ἐντεῦθεν δι’ ἀμφοτέρων, φαίνεις τοὶς πέρασι.
Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σπουδῇ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας Ὅσιε, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, καὶ προφητείας χάρισμα, συμβίου καὶ πλούτου στερούμενος.
Ἕτερον Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τῆς ζωαρχικῆς, τοῦ Λόγου θεοφανείας, σκεῦος ἐκλεκτόν, Θεόφανες καὶ θεράπων, τῷ ἐνθέῳ σου βίῳ, θεόφρον γενόμενος, τὴν Εἰκόνα τὴν ἐνσώματον, τοῦ Χριστοῦ σεπτῶς ἐτίμησας, ὁμιλήσας πολλαῖς θλίψεσιν· ἀνθ’ ὧν θαυμάτων πηγήν, εἴληφας ἐκ Θεοῦ.
Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Ζῆλον ἔνθεον προσκεκτημένος, δόγμα ἄθεον ἀπεβδελύξω, καὶ κινδύνοις πολυτρόποις ὡμίλησας, ὑπερορίαις ἀδίκως στελλόμενος, καὶ εὐσεβῶς παμμάκαρ τελειούμενος, Πάτερ Θεόφανες, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος
Ἐπὶ τῆς γῆς μηδὲν προτιμήσας, ἠκολούθησας χαίρων τῷ καλοῦντί σε Χριστῷ, καὶ τὸν ζυγὸν αὐτοῦ ἔλαβες ἐπὶ τῶν ὤμων τῶν σῶν προθύμως, καὶ ἀνάπαυσιν εὗρες τῇ ψυχῇ σου, ἣν περ κἀμοὶ τῷ πτωχῷ καὶ ῥαθύμῳ κατάπεμψον τῷ λέγοντι, καὶ μηδόλως ἐκτελοῦντι, ἀλλ’ ἔτι σχολάζοντι, ἐν τοῖς τοῦ βίου πράγμασι, καὶ θαυμάζοντι, πῶς πάντα ἔφυγες, συμβίου καὶ πλούτου στερούμενος.
Μεγαλυνάριον
Τῆς θεοφανείας τῆς μυστικῆς, βίῳ ὑπερτέρῳ, θησαυρίσας τὴν μετοχήν, θέσει ἐθεώθης, Θεοφάνες θεόφρον, καὶ ὤφθης Ἐκκλησίας, στῦλος θεόφωτος.