Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Συμεών· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς ἀείφωτος λύχνος δωρεῶν τῆς ἀσκήσεως, ἐν τῷ Θαυμαστῷ Πάτερ Ὄρει, διαπρέψας ἀνέλαμψας, καὶ κλίμακα ἐκ γῆς, πρὸς οὐρανὸν, τὸν στῦλόν σου ὑπέθου ἀληθῶς, Συμεὼν θαυματοφόρε τοῖς εὐσεβῶς, προστρέχουσι τῇ Μάνδρᾳ σου. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω μεθιστάμενος, καὶ ἄλλον οὐρανόν, τὸν στύλον τεκτηνάμενος, δι᾽ αὐτοῦ ἀπήστραψας, τῶν θαυμάτων τὴν αἴγλην Ὅσιε, καὶ Χριστῷ τῷ πάντων Θεῷ, πρεσβεύεις ἀπαύστως ὑπέρ πάντων ἡμῶν.
Μεγαλυνάριον
Ὄρος κατοικήσας τὸ Θαυμαστόν, τὸν ἐξ αἰωνίων, ἀπαυγάζοντα θαυμαστῶς, ὀρέων Δεσπότην, δόξασας θείοις πόνοις, λαμπρῶς ἐθαυμαστώθης, Συμεὼν Ὅσιε.
saint.gr